Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.182 Joseph. AJ 19.187 (English) >>Joseph. AJ 19.193

19.185

Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι καὶ μὲν γλυφὴ κατάγνυται. 19.186προεληλύθει δὲ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα· 19.187ἔτει γὰρ ἑκατοστῷ, μεθʼ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου παράδοσις· οὗτοι γὰρ πρότερον τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν. 19.188Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο. 19.189καὶ οἵδε μὲν ἀπῄεσαν μετὰ τῶν χιλιάρχων, ἀνεχώρει δὲ ἤδη καὶ δῆμος περιχαρὴς καὶ ἐλπίδος καὶ φρονήματος ἐπὶ τῷ κτησαμένῳ τὴν ἡγεμονίαν αὐτοῖς, οὐκέτι ἐπὶ τῷ ἐφεστηκότι. καὶ τὰ πάντα ἦν Χαιρέας αὐτοῖς. 19.190

Χαιρέας δὲ ἐν δεινῷ τιθέμενος περιεῖναι τὴν θυγατέρα Γαΐου καὶ τὴν γυναῖκα, ἀλλὰ μὴ πανοικὶ τὸν ὄλεθρον αὐτῷ συντυχεῖν, ἐπεὶ καὶ πᾶν τι ὑπολείποιτο αὐτῶν ἐπʼ ὀλέθρῳ τῆς πόλεως λειφθήσεσθαι καὶ τῶν νόμων, ἄλλως τε πρόθεσιν ἐσπουδακὼς τελειώσασθαι τὴν αὐτοῦ καὶ πάνυ εὐφρᾶναι μῖσος τὸ πρὸς Γάιον, Ἰούλιον ἐκπέμπει Λοῦππον ἕνα τῶν χιλιάρχων κτενοῦντα τήν τε γυναῖκα Γαΐου καὶ τὴν θυγατέρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.182 Joseph. AJ 19.187 (English) >>Joseph. AJ 19.193

Powered by PhiloLogic